20/12/16

Ἡ τῆς Νοτίας Κορέας Βουλὴ τὴν πρόεδρον Πᾶρκ ἐκβάλλει-9 Δεκεμβρίου 2016 -the site of world news in Ancient Greek


Ἡ τῆς Νοτίας Κορέας πρόεδρος Πᾶρκ, τῷ αἰσχρῷ ἔργῳ πολιορκηθεῖσα ὃ οἱ πολῖται “τὸ τῆς Κορεάνης Ῥασπουτίνης πρᾶγμα“ καλοῦσιν, ἐκ τῆς ἀρχῆς χθὲς ἐξεβλήθη. τῶν βουλευτῶν περὶ τῆς ἐκβολῆς ψηφισαμένων, δῆλον ἐγένετο πᾶσιν ὅτι οὐ μόνον οἱ τῶν ἄλλων κομμάτων βουλευταὶ ἐπὶ αὐτὴν ἐψηφίσαντο ἵνα ἐκβληθείη ἀλλὰ καὶ οἱ τοῦ τῆς προέδρου αὐτῆς κόμματος· τῆς δὲ ἑσπέρας, ἤδη ἐκ τῆς ἀρχῆς ἐκβληθεῖσα, ἡ οὐκέτι πρόεδρος Πᾶρκ διὰ τῆς τηλεοράσεως συγγνώμην ᾔτησε παρὰ τῶν πολιτῶν.
Πάντες ᾔδεσαν τοῦτο τὸ πρᾶγμα οὕτως τελευτῆσον, τῶν γὰρ προτέρων ἑβδομάδων μυρίοι πολῖται, ἐξ οὗ περὶ τοῦ πράγματος ἤκουσαν, ἐν ταῖς ἀγυιαῖς διὰ πάσης τῆς χώρας τὴν Βουλὴν ᾔτουν τὴν πρόεδρον ἐκ τῆς ἀρχῆς ἐκβαλεῖν.
ἆρα τί ἐστι τοῦτο τὸ πρᾶγμα, τοῦτο τὸ αἰσχρὸν ἔργον ὃ οἱ πολῖται “τὸ τῆς Κορεάνης Ῥασπουτίνης πρᾶγμα“ καλοῦσιν; ἥδε ἐστὶν ἡ ἀπόκρισις·
ἡ Σοῦν-σιλ, γυνή τις ἣ φίλη τῆς προέδρου τυγχάνει οὖσα, πρῶτον μὲν παρὰ τοὺς νόμους ὑπερμέγεθες πλῆθος χρημάτων ἐκτήσατο τῆς προέδρου ὠφελούσης, ἔπειτα δὲ βραχεῖ χρόνῳ ὕστερον μεγάλην ῥοπὴν εἶχεν ἐπὶ τὴν πρόεδρον αὐτὴν καίπερ οὐ βουλευτὶς οὖσα, τοῦτο δὲ πάντας ἀνέμνησε τὸ περὶ τοῦ Ῥασποῦτιν ἔνδοξον πρᾶγμα ἐν τῇ Ῥωσσίᾳ γενόμενον, τοῦ μυστικοῦ ἱερέως ὃς καὶ εἰ βουλευτὴς οὐκ ἦν πολὺ ἴσχυσεν ἐν τῇ ζαρίνῃ Ἀλεξάνδρᾳ Φιοδορόβνῃ.
πηγή - http://akropolis-world-news.weebly.com/

Δεν υπάρχουν σχόλια:

Related Posts with Thumbnails